Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.220 Joseph. AJ 14.225 (English) >>Joseph. AJ 14.231

14.223

Ἔπεμψεν δὲ τούτων Ὑρκανὸς τῶν πρεσβευτῶν ἕνα καὶ πρὸς Δολαβέλλαν τὸν τῆς Ἀσίας τότε ἡγεμόνα, παρακαλῶν ἀπολῦσαι τοὺς Ἰουδαίους τῆς στρατείας καὶ τὰ πάτρια τηρεῖν ἔθη καὶ κατὰ ταῦτα ζῆν ἐπιτρέπειν· 14.224οὗ τυχεῖν αὐτῷ ῥᾳδίως ἐγένετο· λαβὼν γὰρ Δολοβέλλας τὰ παρὰ τοῦ Ὑρκανοῦ γράμματα, μηδὲ βουλευσάμενος ἐπιστέλλει τοῖς κατὰ τὴν Ἀσίαν ἅπασιν γράψας τῇ Ἐφεσίων πόλει πρωτευούσῃ τῆς Ἀσίας περὶ τῶν Ἰουδαίων. δὲ ἐπιστολὴ τοῦτον περιεῖχεν τὸν τρόπον· 14.225

Ἐπὶ πρυτάνεως Ἀρτέμωνος μηνὸς Ληναιῶνος προτέρᾳ. Δολοβέλλας αὐτοκράτωρ Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. 14.226Ἀλέξανδρος Θεοδώρου πρεσβευτὴς Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου υἱοῦ ἀρχιερέως καὶ ἐθνάρχου τῶν Ἰουδαίων ἐνεφάνισέν μοι περὶ τοῦ μὴ δύνασθαι στρατεύεσθαι τοὺς πολίτας αὐτοῦ διὰ τὸ μήτε ὅπλα βαστάζειν δύνασθαι μήτε ὁδοιπορεῖν ἐν ταῖς ἡμέραις τῶν σαββάτων, μήτε τροφῶν τῶν πατρίων καὶ συνήθων κατὰ τούτους εὐπορεῖν. 14.227ἐγώ τε οὖν αὐτοῖς, καθὼς καὶ οἱ πρὸ ἐμοῦ ἡγεμόνες, δίδωμι τὴν ἀστρατείαν καὶ συγχωρῶ χρῆσθαι τοῖς πατρίοις ἐθισμοῖς ἱερῶν ἕνεκα καὶ ἁγίοις συναγομένοις, καθὼς αὐτοῖς νόμιμον, καὶ τῶν πρὸς τὰς θυσίας ἀφαιρεμάτων, ὑμᾶς τε βούλομαι ταῦτα γράψαι κατὰ πόλεις. 14.228

Καὶ ταῦτα μὲν Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν· πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.220 Joseph. AJ 14.225 (English) >>Joseph. AJ 14.231

Powered by PhiloLogic